Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 1.10 Dem. 1.14 (English) >>Dem. 1.16

1.12εἰ δὲ προησόμεθʼ, ἄνδρες Ἀθηναῖοι, καὶ τούτους τοὺς ἀνθρώπους, εἶτʼ Ὄλυνθον ἐκεῖνος καταστρέψεται, φρασάτω τις ἐμοὶ τί τὸ κωλῦον ἔτʼ αὐτὸν ἔσται βαδίζειν ὅποι βούλεται. ἆρα λογίζεταί τις ὑμῶν, ἄνδρες Ἀθηναῖοι, καὶ θεωρεῖ τὸν τρόπον διʼ ὃν μέγας γέγονεν ἀσθενὴς ὢν τὸ κατʼ ἀρχὰς Φίλιππος; τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτείδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη· 1.13μετὰ ταῦτα Φεράς, Παγασάς, Μαγνησίαν, πάνθʼ ὃν ἐβούλετʼ εὐτρεπίσας τρόπον ᾤχετʼ εἰς Θρᾴκην· εἶτʼ ἐκεῖ τοὺς μὲν ἐκβαλὼν τοὺς δὲ καταστήσας τῶν βασιλέων ἠσθένησε· πάλιν ῥᾴσας οὐκ ἐπὶ τὸ ῥᾳθυμεῖν ἀπέκλινεν, ἀλλʼ εὐθὺς Ὀλυνθίοις ἐπεχείρησεν. τὰς δʼ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ πρὸς Ἀρύββαν καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας.

1.14τί οὖν, ἄν τις εἴποι, ταῦτα λέγεις ἡμῖν νῦν; ἵνα γνῶτʼ, ἄνδρες Ἀθηναῖοι, καὶ αἴσθησθʼ ἀμφότερα, καὶ τὸ προΐεσθαι καθʼ ἕκαστον ἀεί τι τῶν πραγμάτων ὡς ἀλυσιτελές, καὶ τὴν φιλοπραγμοσύνην χρῆται καὶ συζῇ Φίλιππος, ὑφʼ ἧς οὐκ ἔστιν ὅπως ἀγαπήσας τοῖς πεπραγμένοις ἡσυχίαν σχήσει. εἰ δʼ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ἡμεῖς δʼ ὡς οὐδενὸς ἀντιληπτέον ἐρρωμένως τῶν πραγμάτων, σκοπεῖσθʼ εἰς τί ποτʼ ἐλπὶς ταῦτα τελευτῆσαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 1.10 Dem. 1.14 (English) >>Dem. 1.16

Powered by PhiloLogic